1 Chronicles 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

Descendants of David

1Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυεὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχεινάαμ τῇ Ἰσραηλείτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ Ἀβειγαίᾳ τῇ Καρμηλίᾳ, 2ὁ τρίτος Ἀβεσσλὼμ υἱὸς Μωχὰ θυγατρὸς θοαμαὶ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδωνειὰ υἱὸς Ἁγγείθ, 3ὁ πέμπτος Σαβατειὰ τῆς Σαβειτάλ, ὁ ἕκτος Ἰθαρὰμ τῇ Ἀλὰ γυναικὶ αὐτοῦ. 4ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. 5καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἰερουσαλήμ· Σάμαν, Σωβάν, Ναθὰν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσάβεε θυγατρὶ Ἀμιήλ, 6καὶ Βαὰρ καὶ Ἐλεισὰ καὶ Ἐλειφαλὴθ 7καὶ Νάγαι καὶ Νάφαθ καὶ Ἰανοῦε 8καὶ Ἐλεισαμὰ καὶ Ἐλειδὰ καὶ Ἐλειφάλα, ἐννέα· 9πάντες υἱοὶ Δαυείδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν· καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.

Descendants of Solomon

10Υἱοὶ Σαλωμών· Ῥοβοάμ, Ἀβειὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ, 11Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀζειὰ υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, 12Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαριὰ υἱὸς αὐτοῦ, Ἰωαθὰν υἱὸς αὐτοῦ, 13Ἀχὰς υἱὸς αὐτοῦ, Ἑζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ, 14Ἀμνὼν υἱὸς αὐτοῦ, Ἰωσειὰ υἱὸς αὐτοῦ. 15καὶ υἱοὶ Ἰωσειά· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ἰωακείμ, ὁ τρίτος Σεδεκιά, ὁ τέταρτος Σαλούμ. 16καὶ υἱοὶ Ἰωακείμ· Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.

Descendants of Jeconiah

17καὶ υἱοὶ Ἰεχονία· Ἀσείρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ, 18Μελχειρὰμ καὶ Φαλδαίας καὶ Σανεσὰρ καὶ Ἰεκενιὰ καὶ Ὡσαμὼθ καὶ Δενεθεί. 19καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ· Μοσολόαμος καὶ Ἁνανιά, καὶ Σαλωμεθεὶ ἀδελφὴ αὐτῶν, 20καὶ Ἁσουβὲ καὶ Ὀσὰ καὶ Βαραχιαὶ καὶ Ἁσαδιὰ καὶ Ἀροβάσοκ, πέντε. 21καὶ υἱοὶ Ἁνανιά, Φαλλετί, καὶ Ἰσαβὰ υἱὸς αὐτοῦ, Ῥαφὰλ υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Ἀβδειὰ υἱὸς αὐτοῦ, Σεχενιὰ υἱὸς αὐτοῦ. 22καὶ υἱὸς Σεχενιά· Σαμαιά. καὶ υἱὸς Σαμαιά· Χαττούς, καὶ Ἰωὴλ καὶ Μαρεὶ καὶ Νωαδειὰ καὶ Σαφάθ, ἕξ. 23καὶ υἱοὶ Νωαδειὰ· Ἐλειθανὰ καὶ Ἑζεκιὰ καὶ Ἐζρεικάν, τρεῖς. 24καὶ υἱοὶ Ἐλειθενάν· Ὁδολιὰ καὶ Ἀσεὶβ καὶ Φαρὰ καὶ Ἰακοὺν καὶ Ἰωανὰν καὶ Δαλααιὰ καὶ Μανεί, ἑπτά.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 2
Top of Page
Top of Page