|
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά ἐπιθήσει ὁ Θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ 19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ 20 Λέγει ὁ μαρτυρῶν ταῦτα Ναί ἔρχομαι ταχύ Ἀμήν ἔρχου Κύριε Ἰησοῦ 21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ (Χριστοῦ) μετὰ πάντων ⧼ἁγίων Ἀμήν⧽ Revelation 22:18-21, Hebrew & Greek Study Bible. Public domain.
|



