|
7 Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον 8 ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων ‹εἰσίν› 9 ἀλλὰ τί ἐξήλθατε προφήτην ἰδεῖν ναί λέγω ὑμῖν καὶ περισσότερον προφήτου 10 οὗτός ἐστιν περὶ οὗ γέγραπται Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου Ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου Matthew 11:7-10, Hebrew & Greek Study Bible. Public domain.
|



