1 Οὗτος γὰρ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν

2 καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ πρῶτον μὲν ἑρμηνευόμενος Βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ Βασιλεὺς Σαλήμ ἐστιν Βασιλεὺς εἰρήνης

3 ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές

4 Θεωρεῖτε δὲ πηλίκος οὗτος [καὶ] δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων πατριάρχης

5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ

6 δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν

7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται

8 Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ

9 καὶ ὡς ἔπος εἰπεῖν δι’ Ἀβραὰμ καὶ Λευὶ δεκάτας λαμβάνων δεδεκάτωται

10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ

Hebrews 7:1-10, Hebrew & Greek Study Bible. Public domain.
Hebrews 6
Top of Page
Top of Page
Copied