|
3 Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος ὁ δὲ πάντα κατασκευάσας Θεός 5 Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ οἶκός ἐσμεν ἡμεῖς ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος 〈μέχρι τέλους βεβαίαν〉 κατάσχωμεν Hebrews 3:3-6, Hebrew & Greek Study Bible. Public domain.
|



