|
5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας Σῶμα δὲ κατηρτίσω μοι 6 Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας Οὐκ εὐδόκησας 7 Τότε εἶπον Ἰδοὺ ἥκω Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ Τοῦ ποιῆσαι ὁ Θεός τὸ θέλημά σου 8 Ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται 9 τότε εἴρηκεν Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ Hebrews 10:5-9, Hebrew & Greek Study Bible. Public domain.
|



