Par 

10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος συναιχμάλωτός μου καὶ Μᾶρκος ἀνεψιὸς Βαρνάβα περὶ οὗ ἐλάβετε ἐντολάς ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν

11 καὶ Ἰησοῦς λεγόμενος Ἰοῦστος οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ οἵτινες ἐγενήθησάν μοι παρηγορία

12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ἐξ ὑμῶν δοῦλος Χριστοῦ Ἰησοῦ πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ

13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱερα‿ πόλει

14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ἰατρὸς ἀγαπητὸς καὶ Δημᾶς

15 Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν

16 Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἐπιστολή ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε

17 Καὶ εἴπατε Ἀρχίππῳ Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ ἵνα αὐτὴν πληροῖς

18 ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου Μνημονεύετέ μου τῶν δεσμῶν χάρις μεθ’ ὑμῶν ⧼Ἀμήν⧽

Colossians 4:10-18, Hebrew & Greek Study Bible. Public domain.
Colossians 3
Top of Page
Top of Page










Copied