|
13 Ὁ Θεὸς Ἀβραὰμ καὶ [ὁ θεὸς] Ἰσαὰκ καὶ [ὁ θεὸς] Ἰακώβ ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασεν τὸν Παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου κρίναντος ἐκείνου ἀπολύειν 14 ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν 15 τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν οὗ ἡμεῖς μάρτυρές ἐσμεν Acts 3:13-15, Hebrew & Greek Study Bible. Public domain.
|



