2 Peter 1 Study Bible
2 Peter 1
Study Bible
Greetings from Peter

Συμεὼν  Πέτρος  δοῦλος  καὶ  ἀπόστολος  Ἰησοῦ  Χριστοῦ  τοῖς  ἰσότιμον  ἡμῖν  λαχοῦσιν  πίστιν  ἐν  δικαιοσύνῃ  τοῦ  Θεοῦ  ἡμῶν  καὶ  Σωτῆρος  Ἰησοῦ  Χριστοῦ·  χάρις  ὑμῖν  καὶ  εἰρήνη  πληθυνθείη  ἐν  ἐπιγνώσει  τοῦ  Θεοῦ  καὶ  Ἰησοῦ  τοῦ  Κυρίου  ἡμῶν. 

Make Your Calling Sure

Ὡς  〈τὰ〉  πάντα  ἡμῖν  τῆς  θείας  δυνάμεως  αὐτοῦ  τὰ  πρὸς  ζωὴν  καὶ  εὐσέβειαν  δεδωρημένης  διὰ  τῆς  ἐπιγνώσεως  τοῦ  καλέσαντος  ἡμᾶς  ἰδίᾳ  δόξῃ  καὶ  ἀρετῇ,  δι’  ὧν  τὰ  τίμια  καὶ  μέγιστα  ἡμῖν  ἐπαγγέλματα  δεδώρηται,  ἵνα  διὰ  τούτων  γένησθε  θείας  κοινωνοὶ  φύσεως,  ἀποφυγόντες  τῆς  ἐν  τῷ  κόσμῳ  ἐν  ἐπιθυμίᾳ  φθορᾶς.  καὶ  αὐτὸ  τοῦτο  δὲ  σπουδὴν  πᾶσαν  παρεισενέγκαντες  ἐπιχορηγήσατε  ἐν  τῇ  πίστει  ὑμῶν  τὴν  ἀρετήν,  ἐν  δὲ  τῇ  ἀρετῇ  τὴν  γνῶσιν,  ἐν  δὲ  τῇ  γνώσει  τὴν  ἐγκράτειαν,  ἐν  δὲ  τῇ  ἐγκρατείᾳ  τὴν  ὑπομονήν,  ἐν  δὲ  τῇ  ὑπομονῇ  τὴν  εὐσέβειαν,  ἐν  δὲ  τῇ  εὐσεβείᾳ  τὴν  φιλαδελφίαν,  ἐν  δὲ  τῇ  φιλαδελφίᾳ  τὴν  ἀγάπην.  ταῦτα  γὰρ  ὑμῖν  ὑπάρχοντα  καὶ  πλεονάζοντα  οὐκ  ἀργοὺς  οὐδὲ  ἀκάρπους  καθίστησιν  εἰς  τὴν  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ  ἐπίγνωσιν·    γὰρ  μὴ  πάρεστιν  ταῦτα,  τυφλός  ἐστιν  μυωπάζων,  λήθην  λαβὼν  τοῦ  καθαρισμοῦ  τῶν  πάλαι  αὐτοῦ  ἁμαρτιῶν.  10 διὸ  μᾶλλον,  ἀδελφοί,  σπουδάσατε  βεβαίαν  ὑμῶν  τὴν  κλῆσιν  καὶ  ἐκλογὴν  ποιεῖσθαι·  ταῦτα  γὰρ  ποιοῦντες  οὐ  μὴ  πταίσητέ  ποτε.  11 οὕτως  γὰρ  πλουσίως  ἐπιχορηγηθήσεται  ὑμῖν    εἴσοδος  εἰς  τὴν  αἰώνιον  βασιλείαν  τοῦ  Κυρίου  ἡμῶν  καὶ  Σωτῆρος  Ἰησοῦ  Χριστοῦ. 

Remember These Things

12 Διὸ  μελλήσω  ἀεὶ  ὑμᾶς  ὑπομιμνῄσκειν  περὶ  τούτων,  καίπερ  εἰδότας  καὶ  ἐστηριγμένους  ἐν  τῇ  παρούσῃ  ἀληθείᾳ.  13 δίκαιον  δὲ  ἡγοῦμαι,  ἐφ’  ὅσον  εἰμὶ  ἐν  τούτῳ  τῷ  σκηνώματι,  διεγείρειν  ὑμᾶς  ἐν  ὑπομνήσει,  14 εἰδὼς  ὅτι  ταχινή  ἐστιν    ἀπόθεσις  τοῦ  σκηνώματός  μου,  καθὼς  καὶ    Κύριος  ἡμῶν  Ἰησοῦς  Χριστὸς  ἐδήλωσέν  μοι·  15 σπουδάσω  δὲ  καὶ  ἑκάστοτε  ἔχειν  ὑμᾶς  μετὰ  τὴν  ἐμὴν  ἔξοδον  τὴν  τούτων  μνήμην  ποιεῖσθαι. 

We were Eyewitnesses

16 οὐ  γὰρ  σεσοφισμένοις  μύθοις  ἐξακολουθήσαντες  ἐγνωρίσαμεν  ὑμῖν  τὴν  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ  Χριστοῦ  δύναμιν  καὶ  παρουσίαν,  ἀλλ’  ἐπόπται  γενηθέντες  τῆς  ἐκείνου  μεγαλειότητος.  17 λαβὼν  γὰρ  παρὰ  Θεοῦ  Πατρὸς  τιμὴν  καὶ  δόξαν  φωνῆς  ἐνεχθείσης  αὐτῷ  τοιᾶσδε  ὑπὸ  τῆς  μεγαλοπρεποῦς  δόξης    Υἱός  μου    ἀγαπητός  μου  οὗτός  ἐστιν,  εἰς  ὃν  ἐγὼ  εὐδόκησα,—  18 καὶ  ταύτην  τὴν  φωνὴν  ἡμεῖς  ἠκούσαμεν  ἐξ  οὐρανοῦ  ἐνεχθεῖσαν  σὺν  αὐτῷ  ὄντες  ἐν  τῷ  ἁγίῳ  ὄρει. 

19 καὶ  ἔχομεν  βεβαιότερον  τὸν  προφητικὸν  λόγον,    καλῶς  ποιεῖτε  προσέχοντες  ὡς  λύχνῳ  φαίνοντι  ἐν  αὐχμηρῷ  τόπῳ,  ἕως  οὗ  ἡμέρα  διαυγάσῃ  καὶ  φωσφόρος  ἀνατείλῃ  ἐν  ταῖς  καρδίαις  ὑμῶν·  20 τοῦτο  πρῶτον  γινώσκοντες,  ὅτι  πᾶσα  προφητεία  γραφῆς  ἰδίας  ἐπιλύσεως  οὐ  γίνεται·  21 οὐ  γὰρ  θελήματι  ἀνθρώπου  ἠνέχθη  προφητεία  ποτέ,  ἀλλὰ  ὑπὸ  Πνεύματος  Ἁγίου  φερόμενοι  ἐλάλησαν  ἀπὸ  Θεοῦ  ἄνθρωποι. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

1 Peter 5
Top of Page
Top of Page