Psalm 109
Swete's Septuagint ABP ▾  HEB ▾ 

Song of the Slandered

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς·

2ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ·

3καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.

4ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην·

5καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.

6κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·

7ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.

8γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·

9γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶ ἡ γυνὴ αὐτοῦ χήρα·

10σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.

11καὶ ἐξεραυνησάτω δανιστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· διαρπασάτωσαν ἀλλότριοι πάντας τοὺς πόνους αὐτοῦ·

12μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·

13γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.

14ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·

15γενηθήτωσαν ἔναντι Κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

16ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.

17καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ.

18καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·

19γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται.

20τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.

21καὶ σύ, Κύριε κύριε, ποίησον μετ᾽ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·

22ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.

23ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη, ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.

24τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστίας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον.

25καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.

26βοήθησόν μοι, Κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου·

27καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν.

28καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.

29ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν.

30ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν·

31ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχήν μου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 108
Top of Page
Top of Page