Proverbs 22
Swete's Septuagint ABP ▾  HEB ▾ 

A Good Name More Desirable than Riches

1αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.

2πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν.

3πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν.

4γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.

5τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.

6

7πλούσιοι πτωχῶν ἄρξουσιν, καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.

8ὁ σπείρων φαῦλα θερίσει κακά, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. [1] ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.

9ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ. [1] νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.

10ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος· ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.

11ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσιν ποιμαίνει βασιλεύς.

12οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος.

13προφασίζεται καὶ λέγει ὀκνηρός Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.

14βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. [1] εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾽ αὐτῶν· ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.

15ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδία μακρὰν ἀπ᾽ αὐτοῦ.

16ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ· δίδωσιν δὲ πλουσίῳ ἐπ᾽ ἐλάσσονι.

17Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοὶ εἰσιν.

18καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν·

19ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπίς, καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.

20καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς ψυχῆς σου.

21διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.

22μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.

23ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.

24μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,

25μή ποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ·

26μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον·

27ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃ, λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.

28μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου.

29ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Proverbs 21
Top of Page
Top of Page