Obedience of the Rechabites 1καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σειδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἰερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα. 2καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν 3ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. 4ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ. 5καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ. 6καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶμ φαρμακῶν ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος, 7ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν. 8καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ· καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. 9Καὶ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος. 10ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν, 11ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶν Κύριος, καὶ προφητεύουσιν τῷ ὀνόματί μου ἐπ᾽ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς· καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ᾽ ἀδίκῳ ψευδῆ. Judah Rebuked 12ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν Κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων Ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν· 13οὐκ ἀπέστειλα αὐτούς. 14εἰ προφῆταί εἰσιν, καὶ εἰ ἔστιν λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· 15ὅτι οὕτως εἶπεν Κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν, 16ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ἰεχονίαν ἐξ Ἰερουσαλήμ, 17εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος. 18Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως Ἰούδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ἁνανίας υἱὸς Ἀζὼρ ὁ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατ᾽ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων 19Οὕτως εἶπεν Κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |