Joseph's Brothers Sent to Egypt 1Ἰδὼν δὲ Ἰακὼβ ὅτι ἐστὶν πρᾶσις ἐν Αἰγύπτῳ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Ἵνα τί ῥᾳθυμεῖτε; 2ἰδοὺ ἀκήκοα ὅτι ἐστὶν σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν. 3κατέβησαν δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου· 4τὸν δὲ Βενιαμεὶν τὸν ἀδελφὸν Ἰωσὴφ οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελφῶν αὐτοῦ· εἶπεν γάρ Μή ποτε συμβῇ αὐτῷ μαλακία. 5ἦλθον δὲ οἱ υἱοὶ Ἰσραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χανάαν. 6Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 7ἰδὼν δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπέγνω, καὶ ἠλλοτριοῦτο ἀπ᾽ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς Πόθεν ἥκατε; οἱ δὲ εἶπαν Ἐκ γῆς Χανάαν ἀγοράσαι βρώματα. 8ἐπέγνω δὲ Ἰωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν· 9καὶ ἐμνήσθη Ἰωσὴφ τῶν ἐνυπνίων ὧν ἴδεν αὐτός. καὶ εἶπεν αὐτοῖς Κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε. 10οἱ δὲ εἶπαν Οὐχί, κύριε· οἱ παῖδές σου ἤλθομεν πριάσασθαι βρώματα· 11πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. 12εἶπεν δὲ αὐτοῖς Οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν. 13οἱ δὲ εἶπαν Δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χανάαν· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. 14εἶπεν δὲ αὐτοῖς Ἰωσήφ Τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων ὅτι κατάσκοποί ἐστε· 15ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίαν Φαραώ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. 16ἀποστείλατε ἐξ ὑμῶν ἕνα, καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν· ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίαν Φαραώ, εἰ μὴν κατάσκοποί ἐστε. 17καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς· 18εἶπεν δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ Τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν θεὸν γὰρ ἐγὼ φοβοῦμαι· 19εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν, 20καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον καταγάγετε πρὸς μέ, καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως. 21καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Ναί, ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερίδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ ὅτε κατεδέετο ἡμῶν καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· ⸆ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾽ ἡμᾶς ἡ θλίψις αὕτη. 22ἀποκριθεὶς δὲ Ῥουβὴν εἶπεν αὐτοῖς Οὐκ ἐλάλησα ὑμῖν λέγων Μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ εἰσηκούσατέ μου· καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. 23αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει Ἰωσήφ, ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν· ⸆ 24ἀποστραφεὶς δὲ ἀπ᾽ αὐτῶν ἔκλαυσεν Ἰωσήφ. καὶ πάλιν προσῆλθεν πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβεν τὸν Συμεὼν ἀπ᾽ αὐτῶν, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν. Joseph's Brothers Return to Canaan 25ἐνετείλατο δὲ Ἰωσὴφ ἐμπλῆσαι τὰ ἄγγια αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως. 26καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν. 27λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ, δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ οὗ κατέλυσαν, ἴδεν τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου· 28καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου. καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ⸂⸆⸆⸃ ἀλλήλους λέγοντες Τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν; 29ἦλθον δὲ πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χανάαν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς λέγοντες 30Λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρά, καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν. ⸆ 31εἴπαμεν δὲ αὐτῷ Εἰρηνικοί ἐσμεν, οὐκ ἐσμὲν κατάσκοποι· 32δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον εἰς γῆν Χανάαν. 33εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς Ἐν τούτῳ γνωσόμεθα ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾽ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν λαβόντες ἀπέλθατε· 34καὶ ἀγάγετε πρὸς με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ᾽ ὅτι εἰρηνικοί ἐστε· καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύεσθε. 35ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ ἴδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν. 36εἶπεν δὲ αὐτοῖς Ἰακὼβ ὁ πατὴρ αὐτῶν Ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστιν, Συμεὼν οὐκ ἔστιν, καὶ τὸν Βενιαμεὶν λήμψεσθε· ἐπ᾽ ἐμὲ ἐγένετο πάντα ταῦτα. 37εἶπεν δὲ Ῥουβὴν τῷ πατρὶ αὐτοῦ λέγων Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. 38ὁ δὲ εἶπεν Οὐ καταβήσεται ὁ υἱός μου μεθ᾽ ὑμῶν· ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ ᾗ ἂν πορεύεσθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |