Ezra 4
Swete's Septuagint ABP ▾  HEB ▾ 

Adversaries Hinder the Work

1Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰουδὰ καὶ Βενιαμὶν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ Ἰσραήλ· 2καὶ ἤγγισαν πρὸς Ζοροβαβὲλ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπαν αὐτοῖς Οἰκοδομήσομεν μεθ᾽ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ θεῷ ἡμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ἀσαρεαθὼν βασιλέως Ἀσσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε. 3καὶ εἶπεν πρὸς αὐτοὺς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ ἡμῶν, ὅτι ἡμεῖς ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ θεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος βασιλεὺς Περσῶν.

4καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων χεῖρας λαοῦ Ἰούδα, καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν, 5καὶ μισθούμενοι ἐπ᾽ αὐτοὺς βουλόμενοι διασκεδάσαι βουλὴν αὐτῶν, πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν.

Opposition under Xerxes and Artaxerxes

6καὶ ἐν βασιλείᾳ Ἀσθηροὺ ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψεν ἐπὶ οἰκοῦντας Ἰουδὰ καὶ Ἰερουσαλήμ.

7καὶ ἐν ἡμέραις Ἀσαρθαθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἑρμηνευμένην.

8Ῥαοὺλ βαδαταμὲν καὶ Σαμασὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἰερουσαλὴμ τῷ Ἀρσαρθὰ βασιλεῖ. 9τάδε ἔκρινεν Ῥαοὺμ βάαλ καὶ Σαμεὲ ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Φαρεσθαχαῖοι, Ταραφαλλαῖοι, Ἀφρασαῖοι, Ἀρχοῦοι, Βαβυλώνιοι, Σουσυναχαῖοι οἳ εἰσὶν Ἠλαμαῖοι, 10καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ἀσενναφὰρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτούς ἐν πόλεσιν τῆς Σωμωρὼν καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ. 11αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν Πρὸς Ἀρσαρθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ. 12γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες ἀπὸ Κύρου ἐφ᾽ ἡμᾶς ἤλθοσαν εἰς Ἰερουσαλημ· τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν. 13νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν, φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ. 14καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ, 15ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδεῖα δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος· διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη. 16γνωρίζομεν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστιν σοι εἰρήνη.

The Decree of Artaxerxes

17καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ῥαοὺμ βαλγὰμ καὶ Σαμεαὶς γραμματεία καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην, καί φασιν 18Ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ. 19καὶ παρ᾽ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα, καὶ εὓραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ᾽ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται, καὶ ἀποστάσεις καὶ φυγαδεῖα γίνονται ἐν αὐτῇ· 20καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ἰερουαλήμ, καὶ ἐπικρατοῦντες ὅλης τῆς ἑσπέρας τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς. 21νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ἀπὸ τῆς γνώμης. 22πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν.

23τότε ὁ φορολόγος τοῦ Ἀρσαρθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥαοὺμ καὶ Σαμεσὰ γραμματέως συνδούλων αὐτῶν· καὶ ἐπορεύθησαν ἐν σπουδῇ εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδᾳ, καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει.

24τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἦν ἀργῶν ἕως ἔτους δευτέρου Δαρείου τοῦ βασιλέως Περσῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezra 3
Top of Page
Top of Page