Exodus 6
Swete's Septuagint ABP ▾  HEB ▾ 

God Promises Deliverance

1καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτούς, καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.

2Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ Κύριος· 3καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· 4καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾽ αὐτῆς. 5καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. 6βάδιζε εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων Ἐγὼ Κύριος, καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλίας, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ· 7καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοί, καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων· 8καὶ ἐξάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος. 9ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ἰσραήλ· καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

Moses and Aaron Sent to Pharaoh

10Εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν λέγων 11Εἴσελθε λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ. 12ἐλάλησεν δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων Ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.

Genealogies of Moses and Aaron

13εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών, καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.

14Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἁσρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγενία Ῥουβήν. 15καὶ υἱοὶ Συμεών· Ἰεμιὴλ καὶ Ἰαμεὶν καὶ Ἰώαδ καὶ Ἰαχεὶν καὶ Σάαρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. 16καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευεὶ κατὰ συγγενίας αὐτῶν· Γεδσὼν καὶ Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευεὶ ἑκατὸν τριάκοντα ἑπτά. 17καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν. 18καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσαχάρ, Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριάκοντα ἔτη. 19καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὀμουσεί. οὗτοι οἶκοι πατριῶν Λευεὶ κατὰ συγγενίαν αὐτῶν. 20καὶ ἔλαβεν Ἀμβρὰν τὴν Ἰωχάβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰν ἑκατὸν τριάκοντα δύο ἔτη. 21καὶ υἱοὶ Ἰσσαάρ· Κόρε καὶ Νάφεκ καὶ Ζεχρεί. 22καὶ υἱοὶ Ὀζειήλ· Ἐλισαφὰν καὶ Σεγρεί. 23ἔλαβεν δὲ Ἀαρὼν τὴν Ἐλεισάβεθ θυγατέρα Ἀμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ τὸν Ἀβιοὺδ καὶ τὸν Ἐλεαζὰρ καὶ Ἰθαμάρ. 24υἱοὶ δὲ Κόρε· Ἀσεὶρ καὶ Ἐλκανὰ καὶ Ἀβιασάρ· αὗται αἱ γενέσεις Κόρε. 25καὶ Ἐλεαζὰρ ὁ τοῦ Ἀαρὼν ἔλαβεν τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές· αὗται αἱ ἀρχαὶ πατριᾶς Λευειτῶν κατὰ γενέσεις αὐτῶν.

Moses and Aaron's Story Recounted

26οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν. 27οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, αὐτὸς Ἀαρὼν καὶ Μωυσῆς.

28ᾟ ἡμέρᾳ ἐλάλησεν Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ 29καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐγὼ λέγω πρὸς σέ. 30καὶ εἶπεν Μωυσῆς ἐναντίον Κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Exodus 5
Top of Page
Top of Page