Par 

12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν

13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται

14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος

15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς* γέγραπται Ὡς ὡραῖοι οἱ πόδες ⧼τῶν εὐαγγελιζομένων εἰρήνην⧽ τῶν εὐαγγελιζομένων ‹τὰ› ἀγαθά

16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν

17 ἄρα πίστις ἐξ ἀκοῆς δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ

18 Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν

19 Ἀλλὰ λέγω μὴ Ἰσραὴλ οὐκ ἔγνω πρῶτος Μωϋσῆς λέγει Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς

20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει Εὑρέθην ‹ἐν› τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν

21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα

Romans 10:12-21, Hebrew & Greek Study Bible. Public domain.
Romans 9
Top of Page
Top of Page










Copied