|
34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως μήτε ἐν τῷ οὐρανῷ ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ 35 μήτε ἐν τῇ γῇ ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ μήτε εἰς Ἱεροσόλυμα ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν 37 ἔστω δὲ ὁ λόγος ὑμῶν Ναὶ ναί οὒ Οὔ τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν Matthew 5:34-37, Hebrew & Greek Study Bible. Public domain.
|



