|
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ ὅ ἐστιν κρανίου τόπος λεγόμενος 34 ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν 35 Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον {ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον} Matthew 27:32-35, Hebrew & Greek Study Bible. Public domain.
|



