|
10 Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα 11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε ἄνοιξον ἡμῖν 12 Ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς 13 Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ⧼ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται⧽ Matthew 25:10-13, Hebrew & Greek Study Bible. Public domain.
|



