|
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη* εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι 26 Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων Μακροθύμησον ἐπ’ ἐμοί καὶ πάντα ἀποδώσω σοι 27 Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ Matthew 18:24-27, Hebrew & Greek Study Bible. Public domain.
|



