|
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω μή‿ ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ 33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον 34 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς Πόσους ἄρτους ἔχετε Οἱ δὲ εἶπαν Ἑπτά καὶ ὀλίγα ἰχθύδια 35 Καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις Matthew 15:32-36, Hebrew & Greek Study Bible. Public domain.
|



