|
5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό 6 Καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα 7 Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό 8 Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα Ταῦτα λέγων ἐφώνει Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω Luke 8:5-8, Hebrew & Greek Study Bible. Public domain.
|



