|
3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν 4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας 5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ ‹τῷ› Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ ὥρα ἦν ὡς ἕκτη 7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πεῖν John 4:3-7, Hebrew & Greek Study Bible. Public domain.
|



