1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων Νικόδημος ὄνομα αὐτῷ ἄρχων τῶν Ἰουδαίων

2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββί οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν σὺ ποιεῖς ἐὰν μὴ Θεὸς μετ’ αὐτοῦ

3 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἄνωθεν οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ

4 Λέγει πρὸς αὐτὸν Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι

5 Ἀπεκρίθη (ὁ) Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ

6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν

7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν

John 3:1-7, Hebrew & Greek Study Bible. Public domain.
John 2
Top of Page
Top of Page
Copied