|
7 Εἶπεν οὖν πάλιν ‹αὐτοῖς› ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα 9 ἐγώ εἰμι ἡ θύρα δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει John 10:7-9, Hebrew & Greek Study Bible. Public domain.
|



