|
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός 21 Καὶ ἠρώτησαν αὐτόν Τί οὖν σὺ Ἠλίας εἶ Καὶ λέγει Οὐκ εἰμί Ὁ προφήτης εἶ σύ Καὶ ἀπεκρίθη Οὔ 22 Εἶπαν οὖν αὐτῷ Τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ John 1:19-22, Hebrew & Greek Study Bible. Public domain.
|



