|
1 Κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστῷ 2 γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα οὔπω γὰρ ἐδύνασθε Ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε 3 ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε 4 ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐκ ἄνθρωποί ἐστε 5 Τί οὖν ἐστιν Ἀπολλῶς τί δέ ἐστιν Παῦλος διάκονοι δι’ ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν 6 ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλὰ ὁ Θεὸς ηὔξανεν 7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ’ ὁ αὐξάνων Θεός 1 Corinthians 3:1-7, Hebrew & Greek Study Bible. Public domain.
|



