Joshua 7
Berean Greek Bible Par ▾ 

The Defeat at Ai

1Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμελίαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἀχὰρ υἱὸς Χαρμεὶ υἱοῦ Ζαμβρεὶ υἱοῦ Ζάρα ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ.

2Καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαί, ἥ ἐστιν κατὰ Βαιθήλ, λέγων Κατασκέψασθε τὴν Γαί. 3καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί, καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ᾽ ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα, ὀλίγοι γάρ εἰσιν. 4καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαί. 5καὶ ἀπέκτειναν ἀπ᾽ αὐτῶν ἄνδρες Γαὶ εἰς τριάκοντα καὶ ἓξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.

6καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ· καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. 7καὶ εἶπεν Ἰησοῦς Δέομαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην. 8καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; 9καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;

10Καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Ἀνάστηθι· ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου; 11ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς· κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν. 12οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ὑποστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ᾽ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. 13ἀναστὰς ἁγίασον τὸν λαόν, καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον. τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν· οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν. 14καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλὴ ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ᾽ οἶκον· καὶ τὸν οἶκον ὃν ἐὰν δέξῃ Κύριος, προσάξετε κατ᾽ ἄνδρα. 15καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρί, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ· ὅτι παρέβη τὴν διαθήκην Κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ.

The Sin of Achan

16Καὶ ὤρθρισεν Ἰησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς· καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα. 17καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραεί· καὶ προσήχθη κατὰ ἄνδρα, 18καὶ ἐνεδείχθη Ἀχὰρ υἱὸς Ζαμβρεὶ υἱοῦ Ζάρα. 19καὶ εἶπεν Ἰησοῦς τῷ Ἀχάρ Δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Ἰσραήλ, καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ᾽ ἐμοῦ. 20καὶ ἀπεκρίθη Ἀχὰρ τῷ Ἰησοῖ καὶ εἶπεν Ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα. 21ἴδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον· καὶ ἰδοὺ αὐτὰ ἐνκέκρυπται ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.

22καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν ἐνκεκρυμμένα εἰς τὴν σκηνήν, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν. 23καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Ἰσραήλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι Κυρίου. 24καὶ ἔλαβεν Ἰησοῦς τὸν Ἀχὰρ υἱὸν Ζάρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Ἀχώρ, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ᾽ αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Ἐμεκαχώρ. 25καὶ εἶπεν Ἰησοῦς τῷ Ἀχάρ Τί ὠλέθρευσας ἡμᾶς; ἐξολεθρεύσαι σε Κύριος, καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ἰσραήλ, 26καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν· καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς. διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Ἐμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Joshua 6
Top of Page
Top of Page