1 Samuel 30
Berean Greek Bible Par ▾ 

The Amalekites Raid Ziklag

1Καὶ ἐγενήθη εἰσελθόντος Δαυεὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Κεειλὰ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελάκ, καὶ ἐπάταξεν τὴν Σεκελὰκ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί· 2καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου, οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα ἀλλ᾽ ᾐχμαλὼτευσαν· καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν. 3καὶ ἦλθεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐνπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4καὶ ἦρεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι κλαίειν. 5καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυεὶδ ᾐχμαλωτεύθησαν, Ἀχεινόομ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου. 6καὶ ἐθλίβη Δαυεὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυεὶδ ἐν Κυρίῳ θεῷ αὐτοῦ.

David Destroys the Amalekites

7καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβιαθὰρ τὸν ἱερέα υἱὸν Ἀχειμέλεχ Προσάγαγε τὸ ἐφούδ. 8καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ τοῦ κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ Καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ. 9καὶ ἐπορεύθη Δαυεὶδ αὐτὸς καὶ οἱ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ· καὶ οἱ περισσοὶ ἔστησαν. 10καὶ οἱ περισσοὶ ἐδίωξαν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ.

11Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυεὶδ ἐν ἀγρῷ· καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· 12καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13καὶ εἶπεν αὐτῷ Δαυείδ Τίνος σὺ εἶ, καὶ πόθεν εἶ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκείτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. 14καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθεὶ καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη καὶ ἐπὶ τὸν Γελβοῦε, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. 15καὶ εἶπεν πρὸς αὐτὸν Δαυείδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν Ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.

16καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα. 17καὶ ἦλθεν ἐπ᾽ αὐτοὺς Δαυείδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾽ ἢ τετρακόσια παιδάρια ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον. 18καὶ ἀφείλατο Δαυεὶδ πάντα ἃ ἔλαβον οἱ Ἀμαληκεῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψεν Δαυείδ. 20καὶ ἔλαβεν πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο Ταῦτα τὰ σκῦλα Δαυείδ.

The Spoils Are Divided

21Καὶ παραγίνεται Δαυεὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυείδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βεανά, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυεὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾽ αὐτοῦ, καὶ προσήγαγεν Δαυεἰδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην. 22καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυεὶδ καὶ εἶπαν Ὅτι οὐ κατεδίωξαν μεθ᾽ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλάμεθα, ὅτι ἀλλ᾽ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν. 23καὶ εἶπεν Δαυείδ Οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκεν Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ᾽ ἡμᾶς εἰς χεῖρας ἡμῶν. 24καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται μερὶς καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται. 25καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.

26Καὶ ἦλθεν Δαυεὶδ εἰς Σεκελάκ, καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων Ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου· 27τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ῥαμὰ νότου καὶ τοῖς ἐν Γεθθὸρ 28καὶ τοῖς ἐν Ἀροὴρ καὶ τοῖς Ἀμμαδεὶ καὶ τοῖς ἐν Σαφεὶ καὶ τοῖς ἐν Ἐσθεῖε 29καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κειμάθ καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θειμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ἰσραὴλ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζεὶ 30καὶ τοῖς ἐν Ἰερειμοὺθ καὶ τοῖς ἐν Βηρσάβεε καὶ τοῖς ἐν Νοὸ 31καὶ τοῖς ἐν Χεβρών, καὶ πάντας τοὺς τόπους οὓς διῆλθεν Δαυεὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Samuel 29
Top of Page
Top of Page