Psalm 74
Swete's Septuagint ABP ▾  HEB ▾ 

Why Have You Rejected Us Forever?

1Συνέσεως τῷ Ἀσάφ. Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;

2μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.

3ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.

4καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,

5ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν

6τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.

7ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.

8εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγενία αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς.

9τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.

10ἕως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός; παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;

11ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;

12ὁ δὲ βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

13σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος·

14ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.

15σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους,

16σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.

17σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ σὺ ἐποίησας·

18μνήσθητι ταύτης τῆς κτίσεώς σου. ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομα αὐτοῦ.

19μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.

20ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν.

21μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμμένος· πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.

22ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.

23μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀναβαίη διὰ παντὸς πρὸς σέ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 73
Top of Page
Top of Page