Judges 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

Nations Left to Test Israel

1Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανάαν, 2πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσρηὰλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά· 3τὰς πέντε σατραπίας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὑαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἁερμὼν ἕως Λαβὼ Ἑμάθ. 4καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. 5καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου· 6καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

Othniel

7Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπελάθοντο Κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς ἄλσεσιν. 8καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθάιμ βασιλέως ποταμῶν Συρίας. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθάιμ ἔτη ὀκτώ.

9καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν Κύριος σωτῆρα τῷ Ἰσραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενὲζ ἀδελφοῦ Χαλὲβ τὸν νεώτερον ὑπὲρ αὐτόν. 10καὶ ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινεν τὸν Ἰσραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθάιμ· καὶ παρέδωκεν Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθάιμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθάιμ. 11καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη· καὶ ἀπέθανεν Γοθονιὴν υἱὸς Κενέζ.

Ehud Delivers the Israelites

12Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐνίσχυσεν Κύριος τὸν Ἐγλὼν βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραήλ, διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι Κυρίου. 13καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ἰσραήλ, καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων. 14καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δέκα ὀκτώ.

15καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενεί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ. 16καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ. 17καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα. 18καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα· 19καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ, καὶ εἶπεν Ἀώδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτόν Σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾽ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾽ αὐτόν. 20καὶ Ἀὼδ εἰσῆλθεν πρὸς αὐτόν· καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν Ἀώδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ. καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ. 21καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτόν, καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ, 22καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός· καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. 23καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα, καὶ ἐξῆλθεν τοὺς διατεταγμένους, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ᾽ αὐτοῦ, καὶ ἐσφήνωσεν.

24καὶ αὐτὸς ἐξῆλθεν· καὶ οἱ παῖδες αὐτοῦ ἐπῆλθον καὶ εἶδον, καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι· καὶ εἶπαν Μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ; 25καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο. καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.

26καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρῶθα. 27καὶ ἐγένετο ἡνὶκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφράιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. 28καὶ εἶπεν πρὸς αὐτούς Κατάβητε ὀπίσω μου, ὅτι παρέδωκεν Κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν, τὴν Μωάβ, ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰσρδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. 29καὶ ἐπάταξαν τὴν Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. 30καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανεν.

Shamgar

31Καὶ μετ᾽ αὐτὸν ἀνέστη Σαμαγὰρ υἱὸς Δεινάχ, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς χ᾽ ἄυδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ἰσραήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 2
Top of Page
Top of Page