Judges 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

War against Remaining Canaanites

1ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ διὰ τοῦ Κυρίου λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; 2καὶ εἶπεν Κύριος Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν τῇ χειρὶ αὐτοῦ. 3καὶ εἶπεν Ἰούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ Ἀνάβηθι μετ᾽ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾽ αὐτοῦ Συμεών. 4καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν, καὶ ἔκοψαν αὐτοὺς ἐν Βέζεκ, εἰς δέκα χιλιάδας ἀνδρῶν, 5καὶ κατέλαβον τὸν Ἀδωνιβέζεκ ἐν τῇ Βέζεκ, καὶ παρετάξαντο πρὸς αὐτόν· καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον. 6καὶ ἔφυγεν Ἀδωνιβέζεκ· καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ κατελάβοσαν αὐτόν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ. 7καὶ εἶπεν Ἀδωνιβέζεκ Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἄγουσιν αὐτὸν εἰς Ἰερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ.

Jerusalem and Hebron Captured

8Καὶ ἐπολέμουν οἱ υἱοὶ Ἰούδα τὴν Ἰερουσαλήμ, καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. 9καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ἰούδα τοῦ πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν. 10καὶ ἐπορεύθη Ἰούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθεν Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαρβοξέφερ· καὶ ἐπάταξαν τὸν Σεσσεὶ καὶ Ἀχιναὰν καὶ Θολμείν, γεννήματα τοῦ Ἐνάκ.

Additional Cities Captured

11καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβείρ· τὸ δὲ ὄνομα τῆς Δαβεὶρ ἦν ἔμπροσθεν Καριασσῶφαρ, πόλις γραμμάτων. 12καὶ εἶπεν Χαλέβ Ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν Ἀζὰ θυγατέρα μου εἰς γυναῖκα. 13καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλὲβ ὁ νεώτερος· καὶ ἔδωκεν αὐτῷ Χαλὲβ τὴν Ἀζὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα. 14καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν· καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εῖς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλέβ Τί ἐστίν σοι; 15καὶ εἶπεν αὐτῷ Ἀσχά Δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλὲβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν.

16Καὶ οἱ υἱοὶ Ἰοθὸρ τοῦ Κειναίου τοῦ γαμβροῦ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν Ἰούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ Ἰούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως Ἀράδ. κατῴκησαν μετὰ τοῦ λαοῦ. 17καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψεν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ, καὶ ἐξωλέθρευσαν αὐτούς· καὶ ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως Ἀνάθεμα. 18καὶ οὐκ ἐκληρονόμησεν Ἰούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀσκάλωνα οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἀκκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν Ἄζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς. 19καὶ ἦν Κύριος μετὰ Ἰούδα· καὶ ἐκληρονόμησεν τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς. 20καὶ ἔδωκαν τῷ Χαλὲβ τὴν Χεβρών, καθὼς ἐλάλησεν Μωσῆς· καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν Ἐνάκ. 21καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἰερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμείν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμεὶν ἐν Ἰερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

22Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾽ αὐτῶν. 23καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν Λοῦζα. 24καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτόν, καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. 25καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως· καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγενίαν αὐτοῦ ἐξαπέστειλαν. 26καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττείν, καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λοῦζα. τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.

Places Not Conquered

27Καὶ οὐκ ἐξῆρεν Μανασσὴ τὴν Βαιθσάν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς, οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατἐρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. 28καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησεν τὸν Χαναναῖον εἰς φόρον, καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.

29Καὶ Ἐφράιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζερ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γάζερ, καὶ ἐγένετο εἰς φόρον.

30Καὶ Ζαβουλὼν οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρὼν οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον.

31Καὶ Ἀσὴρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ἀκχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Δαλάφ, τὸν Ἀσχαζεὶ καὶ τὸν Χεβδὰ καὶ τὸν Ναεὶ καὶ τὸν Ἐρεώ. 32καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.

33Καὶ Νεφθαλεὶ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσάμυς καὶ τοὺς κατοικοῦντας Βαιθανάχ· καὶ κατῴκησεν Νεφθαλεὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, οἱ δὲ κατοικοῦντες Βαιθσάμυς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.

34Καὶ ἐξέθλιψεν ὁ Ἀμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα. 35καὶ ἤρξατο ὁ Ἀμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπηκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβείν· καὶ ἐβαρύνθη χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον. 36καὶ τὸ ὅριον τοῦ Ἀμορραίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβεὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 24
Top of Page
Top of Page