Jeremiah 38
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jeremiah Cast Into the Cistern

1ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ἰακώβ, 2καὶ ἀπὸ τούτου σωθήσεται. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἀλλοτρίοις, 3καὶ ἐργῶνται τῷ κυρίῳ θεῷ αὐτῶν, καὶ τὸν Δαυεὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. 4 5 6Οὕτως εἶπεν Κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου,

Jeremiah Rescued

7οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφελία σοι οὐκ ἔστιν. 8πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου. 9 10διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν. 11ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶν Κύριος· ὅτι ἐσπαρμένη ἐκλήθης· θήρευμα ὑμῶν ἐστίν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν. 12οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ἰακώβ, καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ λαὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται. 13καὶ ἐξελεύσονται ἀπ᾽ αὐτῶν ᾄδοντες, φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσιν.

Jeremiah Again Warns Zedekiah

14καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς, 15καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ᾽ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς καὶ ἀποστρέψουσιν πρὸς μέ, ὅτι τίς ἐστιν οὗτος ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρὸς μέ, φησὶν Κύριος; 16

17ὅτι ὀργὴ Κυρίου ἐξῆλθεν θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπ᾽ ἀσεβεῖς ἥξει. 18οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου ἕως ποιήσῃ, καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά. 19Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν Κύριος, ἔσομαι εἰς θεὸν τῷ γένει Ἰσραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 20οὕτως εἶπεν Κύριος Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ. 21Κύριος πόρρωθεν ὤφθη αὐτῷ. Ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.

22ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ παρθένος Ἰσραήλ· ἐπιλήμψει τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.

23ὅτι ἐφυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε,

24ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφράιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σειὼν πρὸς Κύριον τὸν θεὸν ἡμῶν. 25ὅτι οὕτως εἶπεν Κύριος τῷ Ἰακώβ Εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε Ἔσωσεν Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ. 26ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ, καὶ συνάξω αὐτοὺς ἀπ᾽ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φάσεκ· καὶ τεκνοποιήσῃ ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε. 27ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτούς, αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφράιμ πρωτότοκός μού ἐστιν. 28Ἀκούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ἰσραὴλ συνάξει αὐτόν, καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 37
Top of Page
Top of Page