Jeremiah 39
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Fall of Jerusalem

1ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 2καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σειών, καὶ ἥξουσιν ἐπ᾽ ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων· καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔνκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. 3τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονήν, καὶ ποιήσω αὐτοὺς εὐφραινομένους. 4μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευεί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται. 5Οὕτως εἶπεν Κύριος Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ῥαχὴλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν. 6οὕτως εἶπεν Κύριος Διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, 7μόνιμον τοῖς σοῖς τέκνοις. 8ἀκοὴν ἤκουσα Ἐφράιμ ὀδυρομένου Ἐπαίδευσάς με καὶ ἐπαιδεύθην· ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ θεός μου. 9ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα, καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ᾽ ἡμέρας αἰσχύνης, καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 10υἱὸς ἀγαπητὸς Ἐφράιμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθ᾽ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ᾽ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶν Κύριος.

Jeremiah Delivered

11Στῆσον σεαυτήν, Σειών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης ἀποστράφητι, παρθένος Ἰσραήλ, ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα. 12ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. 13ὅτι οὕτως εἶπεν Κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ· 14καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.

15ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν, καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα. 16διὰ τοῦτο ἐξηγέρθην καὶ ἴδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη. 17διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά, σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους. 18καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ᾽ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ᾽ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶν Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 38
Top of Page
Top of Page