Jeremiah 13
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Linen Belt

1Τὰδε λέγει Κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. 2καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. 3καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ λέγων 4Λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. 5καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος. 6καὶ ἐγένετο μεθ᾽ ἡμέρας πολλὰς καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ. 7καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.

8καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ λέγων Τάδε λέγει Κύριος 9Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἰερουσαλήμ, 10τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν. 11ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πᾶν οἶκον Ἰούδα, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν· καὶ οὐκ εἰσήκουσάν μου.

The Wineskins

12καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; 13καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυεὶδ ἐπὶ τοῦ θρόνου αὐτῶν καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ μεθύσματι, 14καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.

Captivity Threatened

15Ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησεν·

16δότε τῷ κυρίῳ θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ᾽ ὄρη σκοτινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος.

17ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.

18εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.

19πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν.

20Ἀνάλαβε ὀφθαλμούς σου, Ἰερουσαλήμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;

21τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσίν σε καθὼς γυναῖκα τίκτουσαν;

22καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου.

23εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς; καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.

24καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.

25οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν,

26κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου

27καὶ ἡ μοιχεία σου καὶ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου· ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου. οὐαί σοι, Ἰερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου, ἕως τίνος ἔτι;

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 12
Top of Page
Top of Page