Ezra 6
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Decree of Darius

1Τότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην, καὶ ἐπεσκέψατο ἐν βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι. 2καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα 3Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου ἱεροῦ θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ καὶ τόπου οὗ θυσιάζουσιν τὰ θυσιάσματα. καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, 4καὶ δόμοι λίθινοι τρεῖς, καὶ δόμος ξύλινος εἷς· καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται. 5καὶ τὰ σκεύη οἴκου θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἐπὶ τόπου ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ.

6νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ, Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι ἐν πέρα ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν· 7ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ· καὶ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ. 8καὶ ἀπ᾽ ἐμοῦ ἐτέθη γνώμη μή ποτέ τι ποιήσητε μετὰ πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις, τὸ μὴ καταργηθῆναι· 9καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα ἱερέων τῶν ἐν Ἰερουσαλήμ, ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὃ ἐὰν αἰτήσωσιν, 10ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ, καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ. 11καὶ ἀπ᾽ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καὶ καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος πληγήσεται ἐπ᾽ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ᾽ ἐμὲ ποιηθήσεται. 12καὶ ὁ θεὸς οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ καταστρέψει πάντα βασιλέα καὶ λαὸν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην, ἐπιμελῶς ἔσται.

The Temple Completed

13Τότε Τανθαναὶ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζὰν καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐπιμελῶς ἐποίησαν. 14καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἰκοδομοῦσιν καὶ οἱ Λευεῖται ἐν προφητείᾳ Ἁγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ Ἀδώ· καὶ ᾠκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ Ἰσραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀσταρθὰ βασιλέων Περσῶν. 15καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅς ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως.

The Feast of Dedication

16καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ. 17καὶ προσήνεγκαν εἰς τὰ ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπὲρ παντὸς Ἰσραὴλ δώδεκα, εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ. 18καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσει αὐτῶν καὶ τοὺς Λευείτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ.

The Passover

19Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. 20ὅτι ἐκαθερίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἕως εἷς πάντες καθαροί· καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς. 21καὶ ἔφαγον οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα, ἀπὸ τῆς ἀποικεσίας, καὶ πᾶς ὁ χωριζόμενος εἰς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι Κύριον θεὸν Ἰσραήλ. 22καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτούς, καὶ ἐπέστρεψεν καρδία βασιλέως Ἀσσοὺρ ἐπ᾽ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου θεοῦ Ἰσραήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezra 5
Top of Page
Top of Page