Ezra 7
Swete's Septuagint ABP ▾  HEB ▾ 

Ezra Goes Up to Jerusalem

1Καὶ μετὰ τὰ ῥήματα ἐν βασιλείᾳ Ἀρθασεσθὰ βασιλέως Περσῶν ἀνέβη Ἔσρας υἱὸς Σαραίου υἱοῦ Ζαρείου υἱοῦ Ἑλκειὰ 2υἱοῦ Σαλοὺμ υἱοῦ Σαδδοὺκ υἱοῦ Ἀχειτὼβ 3υἱοῦ Σαμαρειὰ υἱοῦ Ἐσρειὰ υἱοῦ Μαρερὼθ 4υἱοῦ Ζαραιὰ υἱοῦ Σαουιὰ υἱοῦ Βοκκεὶ 5υἱοῦ Ἀβεισοῦε υἱοῦ Φινεὲς υἱοῦ Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πατρῴου. 6ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ ὃν ἔδωκεν Κύριος ὁ θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἐπ᾽ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός. 7καὶ ἀνέβησαν ἀπὸ υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἱερέων καὶ ἀπὸ τῶν Λευειτῶν καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινεὶμ εἰς Ἰερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀσαρθαθὰ τῷ βασιλεῖ.

8καὶ ἤλθοσαν εἰς Ἰερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ. 9ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἰερουσαλήμ, ὅτι χεὶρ θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπ᾽ αὐτόν. 10ὅτι Ἔσρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίμα.

Artaxerxes' Letter to Ezra

11Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος οὗ ἔδωκεν Ἀρσαρθαθὰ τῷ Ἔσρᾳ τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ 12Ἀρσαρθαθὰ βασιλεὺς βασιλέων Ἔσρᾳ γραμματεῖ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ. τετέλεστο λόγος καὶ ἡ ἀπόκρισις. 13ἀπ᾽ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἑκουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευειτῶν πορευθῆναι εἰς Ἰερουσαλήμ, μετὰ σοῦ πορευθῆναι. 14ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἰερουσαλὴμ νόμῳ θεοῦ αὐτῶν τῷ ἐν χειρί σου. 15καὶ εἰς οἶκον Κυρίου ἀργύριον καὶ χρυσίον ὃ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τῷ κυρίῳ τοῦ Ἰσραὴλ τῷ ἐν Ἰερουσαλὴμ κατασκηνοῦντι, 16καὶ πᾶν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ· 17καὶ πᾶν προσπορευόμενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριούς, ἀμνούς, καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ἰερουσαλήμ. 18καὶ ἔτι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἠγαθύνθη ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι; ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε. 19καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον θεοῦ ἐν Ἰερουσαλήμ. 20καὶ κατάλοιπον χρείας οἴκου θεοῦ ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως.

21καὶ ἀπ᾽ ἐμοῦ, ἔγωγ᾽ Ἀρσαρθαθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσρας ὁ ἱερεὺς γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμως γινέσθω, 22ἕως ἀργυρίου ταλάντων καὶ ἕως πυροῦ κόρων ἑκατόν, καὶ ἕως οἴνου ἀποθηκῶν ἑκατόν, καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή. 23πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γινέσθω. προσέχετε ἐπιχειρῆσαι μήτι εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. 24καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ᾄδουσιν, πυλωροῖς, Ναθεινεὶμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου, φόρος μὴ ἔστω σοι· οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς.

25καὶ σύ, Ἔσρα, ᾧ ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτάς, ἵνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ· καὶ τῷ μὴ εἰδότι γνωριεῖτε. 26καὶ πᾶς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐὰν εἰς θάνατον ἐὰν εἰς παιδείαν ἐὰν εἰς ζημίαν βίου ἐὰν εἰς παράδοσιν.

Ezra Praises God

27εὐλογητὸς Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως, τοῦ δοξάσαντος οἶκον τὸν ἐν Ἰερουσαλήμ, 28καὶ ἐπ᾽ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως τῶν ἐπηρμένων. καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεοῦ ἡ ἀγαθὴ ἐπ᾽ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετ᾽ ἐμοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezra 6
Top of Page
Top of Page