2 Kings 5
Swete's Septuagint ABP ▾  HEB ▾ 

Naaman Cured of Leprosy

1Καὶ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκεν Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι, λελεπρωμένος. 2καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν. 3ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς Ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 4καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν Οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ. 5καὶ εἶπεν βασιλεὺς Συρίας πρὸς Ναιμάν Δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολὰς.

6καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων Καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 7καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Ὁ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.

8καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλεισαῖε ὅτι διέρρηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων Ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρὸς μὲ Ναιμὰν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν Ἰσραήλ. 9καὶ ἦλθεν Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλεισαῖε. 10καὶ ἀπέστειλεν Ἐλεισαῖε ἄγγελον πρὸς αὐτὸν λέγων Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ. 11καὶ ἐθυμώθη Ναιμάν, καὶ ἀπῆλθεν καὶ εἶπεν Ἰδοὺ εἶπον Πρὸς μὲ πάντως ἐξελεύσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον, καὶ ἀποσυνάξει τὸ λεπρόν. 12οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Ἀφαρφὰ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραὴλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ. 13καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν Μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ, οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπεν πρὸς σέ Λοῦσαι καὶ καθαρίσθητι. 14καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα Ἐλεισαῖε· καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.

Gehazi's Greed and Leprosy

15καὶ ἐπέστρεψεν πρὸς Ἐλεισαῖε αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθεν καὶ ἔστη καὶ εἶπεν Ἰδοὺ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ᾽ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. 16καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήμψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησεν. 17καὶ εἶπεν Ναιμάν Καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμορ, ζεύγη ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλ᾽ ἢ τῷ κυρίῳ. 18τῷ ῥήματι τούτῳ καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου, ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεμμὰν προσκυνῆσαι ἐκεῖ· καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου, καὶ προσκυνήσω ἐν οἴκῳ Ῥεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ῥεμμάν· καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ. 19καὶ εἶπεν Ἐλεισαῖε πρὸς Ναιμάν Δεῦρο εἰς εἰρήνην· καὶ ἀπῆλθεν παρ᾽ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.

20Καὶ εἶπεν Γιεζεὶ τὸ παιδάριον Ἐλεισαῖε Ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου, τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ᾽ αὐτοῦ τι. 21καὶ ἐδίωξε Γιεζεὶ ὀπίσω τοῦ Ναιμάν· καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ, καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ. 22καὶ εἶπεν Εἰρήνη· ὁ κύριός μου ἀπέστειλέν με λέγων Ἰδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφράιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς. 23καὶ εἶπεν Ναιμάν Λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις, καὶ δύο ἀλλασσομένας στολάς· καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ᾖρον ἔμπροσθεν αὐτοῦ. 24καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ, καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας. 25καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπεν πρὸς αὐτὸν Ἐλεισαῖε Πόθεν Γιεζεί; καὶ εἶπεν Γιεζεί Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.

26καὶ εἶπεν πρὸς αὐτὸν Ἐλεισαῖε Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας· 27καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 4
Top of Page
Top of Page