2 Kings 3
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehoram Overcomes Moab's Revolt

1Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰθ βασιλεῖ Ἰούδα, καὶ ἐβασίλευσεν δώδεκα ἔτη. 2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς στήλας τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ· 3πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπέστη ἀπ᾽ αὐτῆς.

4Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήθ, καὶ ἐπέστρεψεν τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων. 5καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησεν βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ. 6καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ· 7καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ἰωσαφὰθ βασιλέα Ἰούδα λέγων Βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾽ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου. 8καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδώμ.

9καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν. 10καὶ εἶπεν βασιλεὺς Ἰσραήλ Ὤ, ὅτι κέκληκεν Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωάβ. 11καὶ εἶπεν Ἰωσαφάθ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ᾽ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ἰσραὴλ καὶ εἶπεν Ὧδε Ἐλεισαῖε υἱὸς Ἰωσαφάθ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλειού. 12καὶ εἶπεν Ἰωσαφάθ Ἔστιν αὐτῷ ῥῆμα· καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰθ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ.

13καὶ εἶπεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραήλ Τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ Μή, ὅτι κέκληκεν Κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ. 14καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰθ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, ἦ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε· 15καὶ νῦν λάβε μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾽ αὐτὸν χεὶρ Κυρίου· 16καὶ εἶπεν Τάδε λέγει Κύριος Ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους. 17ὅτι τάδε λέγει Κύριος Οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν. 18καὶ κοῦφος καὶ αὕτη ἐν ὀφθαλμοῖς Κυρίου· καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν. 19καὶ πατάξετε πᾶσαν πόλιν ὀχυράν, καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε, καὶ πάσας πηγὰς ὕδατος ἐμφράξατε, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις. 20καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας, καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.

21καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς· καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένοι ζώνην καὶ εἶπον Ὤ. καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου. 22καὶ ὤρθρισαν τὸ πρωί, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδεν Μωὰβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα, 23καὶ εἶπαν Αἷμα τοῦτο τῆς ῥομφαίας· ἐμαχέσαντο οἱ βασιλεῖς, καὶ ἐπάταξεν ἀνὴρ τὸν πλησίον αὐτοῦ· καὶ νῦν ἐπὶ τὰ σκῦλα, Μωάβ. 24καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραήλ· καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωάβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωάβ, 25καὶ τὰς πόλεις καθεῖλον· καὶ πᾶσαν μερίδα ἀγαθήν, ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτήν, καὶ πᾶσαν πηγὴν ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους· καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν. 26καὶ εἶδεν ὁ βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεθ᾽ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδώμ· καὶ οὐκ ἠδυνήθησαν. 27καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃς ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραήλ. καὶ ἀπῆραν ἀπ᾽ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 2
Top of Page
Top of Page