1 Kings 18
Swete's Septuagint ABP ▾  HEB ▾ 

Elijah Confronts Ahab

1Καὶ ἐγένετο μεθ᾽ ἡμέρας πολλὰς καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλειοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύθητι καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. 2καὶ ἐπορεύθη Ἠλειοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ. 3καὶ ἐκάλεσεν Ἀχαὰβ τὸν Ἀβδειοὺ τὸν οἰκονόμον· καὶ Ἀβδειοὺ ἦν φοβούμενος τὸν κύριον σφόδρα. 4καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου καὶ ἔλαβεν Ἀβδειοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι. 5καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδειού Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν. 6καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ, καὶ Ἀβδειοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος.

7Καὶ ἦν Ἀβδειοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ἠλειοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδειοὺ ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ἠλειού; 8καὶ εἶπεν Ἠλειοὺ αὐτῷ Ἐγώ· πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού. 9καὶ εἶπεν Ἀβδειού Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Ἀχαὰβ τοῦ θανατῶσαί με; 10ζῇ Κύριος ὁ θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἰ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε. 11καὶ νῦν σὺ λέγεις Πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου. 12καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα· καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαάβ, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ. 13καὶ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι; 14καὶ νῦν σὺ λέγεις μοι Πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού· καὶ ἀποκτενεῖ με. 15καὶ εἶπεν Ἠλειού Ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.

Elijah on Mount Carmel

16καὶ ἐπορεύθη Ἀβδειοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Ἀχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ἠλειού.

17Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλειού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλειού Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ; 18καὶ εἶπεν Ἠλειού Οὐ διαστρέφω τὸν Ἰσραήλ, ὅτι ἀλλ᾽ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν, καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλείμ. 19καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ.

20καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον. 21καὶ προσήγαγεν Ἠλειοὺ πρὸς πάντας· καὶ εἶπεν αὐτοῖς Ἠλειού Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾽ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν Κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον. 22καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι· 23δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν· καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ. 24καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ μοῦ· καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας.

25καὶ εἶπεν Ἠλειοὺ τοῖς προφήταις τῆς αἰσχύνης Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε. 26καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον Ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν. 27καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλειοὺ ὁ Θεσβείτης καὶ εἶπεν Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεὸς ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται. 28καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατετέμνοντο ἐν μαχαίρᾳ καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾽ αὐτούς, 29καὶ ἐπροφήτευσαν ἕως οὗ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν, καὶ ἐλάλησεν Ἠλειοὺ πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον.

30καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Προσαγάγετε πρὸς μέ· καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν. 31καὶ ἔλαβεν Ἠλειοὺ δώδεκα λίθους κατ᾽ ἀριθμὸν φυλῶν Ἰσραήλ, ὡς ἐλάλησεν Κύριος πρὸς αὐτὸν λέγων Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. 32καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησεν θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου. 33καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. 34καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν. 35καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.

Elijah's Prayer

36καὶ ἀνεβόησεν Ἠλειοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπεν Κύριε ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ Κύριος ὁ θεὸς Ἰσραήλ, κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ Κύριος ὁ θεός, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω. 38καὶ ἔπεσεν πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ. 39καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληθῶς Κύριος ὁ θεός· αὐτὸς ὁ θεός· 40καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηθεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλειοὺ εἰς τὸν χειμάρρουν Κεισὼν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.

The Lord Sends Rain

41Καὶ εἶπεν Ἠλειοὺ τῷ Ἀχαάβ Ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ. 42καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλειοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ, 43καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλειού Καὶ σὺ ἐπίστρεψον ἑπτάκι, καὶ ἀπόστρεψον ἑπτάκι. 44καὶ ἀπέστρεψεν τὸ παιδάριον ἑπτάκι· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ. καὶ εἶπεν Ἀνάβηθι καὶ εἰπὸν Ἀχαάβ Ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. 45καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετὸς μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο Ἀχαὰβ εἰς Ἰσραήλ. 46καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλειού· καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰσραήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Kings 17
Top of Page
Top of Page