1 Kings 14
Swete's Septuagint ABP ▾  HEB ▾ 

Ahijah's Prophecy against Jeroboam

1 2 3

4 5

6 7 8 9 10 11 12 13 14

15 16

17 18

Nadab Succeeds Jeroboam

19 20

Rehoboam's Wicked Reign in Judah

21Καὶ Ῥοβοὰμ υἱὸς Σαλωμὼν ἐβασίλευσεν ἐπὶ Ἰουδά· υἱὸς τεσσεράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, τῇ πόλει ἣν ἐξελέξατο Κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ἰσραήλ. καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχὰμ Ἀμμανεῖτις. 22καὶ ἐποίησεν Ῥοβοὰμ τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτῶν ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον. 23καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου. 24καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

Shishak Raids Jerusalem

25Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ῥοβοὰμ ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἰερουσαλήμ, 26καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς τῶν παίδων Ἁδραάζαρ βασιλέως Σουβὰ καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ, τὰ πάντα ἃ ἔλαβεν ὅπλα τὰ χρυσᾶ. 27καὶ ἐποίησεν Ῥοβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ᾽ αὐτῶν· καὶ ἐπέθεντο ἐπ᾽ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων, οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου βασιλέως. 28καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεὲ τῶν παρατρεχόντων.

29Καὶ τὰ λοιπὰ τῶν λόγων Ῥοβοὰμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λὸγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 30καὶ πόλεμος ἦν ἀνὰ μέσον Ῥοβοὰμ καὶ ἀνὰ μέσον Ἰεροβοὰμ πάσας τὰς ἡμέρας. 31καὶ ἐκοιμήθη Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀβιοὺ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Kings 13
Top of Page
Top of Page