|
1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε μὴ εἰς διακρίσεις διαλογισμῶν 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει σταθήσεται δέ δυνατεῖ γὰρ ὁ Κύριος στῆσαι αὐτόν 5 Ὃς μὲν γὰρ κρίνει ἡμέραν παρ’ ἡμέραν ὃς δὲ κρίνει πᾶσαν ἡμέραν ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω 6 ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ ⧼καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ⧽ ὁ ἐσθίων Κυρίῳ ἐσθίει εὐχαριστεῖ γὰρ τῷ Θεῷ καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει καὶ εὐχαριστεῖ τῷ Θεῷ Romans 14:1-6, Hebrew & Greek Study Bible. Public domain.
|



