|
20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι 22 Ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν Θάρσει θύγατερ ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης Matthew 9:20-22, Hebrew & Greek Study Bible. Public domain.
|



