|
28 Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν Κύριε εἰ σὺ εἶ κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα 29 Ὁ δὲ εἶπεν Ἐλθέ Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου [ὁ] Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν 30 βλέπων δὲ τὸν ἄνεμον ‹ἰσχυρὸν› ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων Κύριε σῶσόν με 31 Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ Ὀλιγόπιστε εἰς τί ἐδίστασας Matthew 14:28-31, Hebrew & Greek Study Bible. Public domain.
|



