1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ Θεοῦ

2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου

3 Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ

4 Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ [καὶ] κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν

5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν

6 Καὶ ἦν Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον

7 καὶ ἐκήρυσσεν λέγων Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ

8 ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι αὐτὸς δὲ βαπτίσει ὑμᾶς ‹ἐν› Πνεύματι Ἁγίῳ

Mark 1:1-8, Hebrew & Greek Study Bible. Public domain.
Matthew 28
Top of Page
Top of Page
Copied