|
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς 45 Καὶ εἶπεν ὁ Ἰησοῦς Τίς ὁ ἁψάμενός μου Ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος Ἐπιστάτα οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν ⧼καὶ λέγεις Tίς ὁ ἁψάμενός μου⧽ 46 Ὁ δὲ Ἰησοῦς εἶπεν Ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ Luke 8:44-46, Hebrew & Greek Study Bible. Public domain.
|



