|
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο λέγων πρὸς αὐτούς 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν μή‿ ποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι Δὸς τούτῳ τόπον καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν 10 Ἀλλ’ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι Φίλε προσανάβηθι ἀνώτερον τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται Luke 14:7-11, Hebrew & Greek Study Bible. Public domain.
|



