|
32 ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει 33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν 34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ Πνεῦμα 35 Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ 36 ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν John 3:32-36, Hebrew & Greek Study Bible. Public domain.
|



