|
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων Νικόδημος ὄνομα αὐτῷ ἄρχων τῶν Ἰουδαίων 2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββί οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ’ αὐτοῦ 3 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἄνωθεν οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ 4 Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι 5 Ἀπεκρίθη (ὁ) Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ John 3:1-5, Hebrew & Greek Study Bible. Public domain.
|



