|
15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου 16 τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω* καὶ ἔσομαι αὐτῶν Θεός καὶ αὐτοὶ ἔσονταί μου λαός 17 Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει Κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς 2 Corinthians 6:15-17, Hebrew & Greek Study Bible. Public domain.
|



